Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.187 Joseph. AJ 17.192 (English) >>Joseph. AJ 17.196

17.190προυνόησε δὲ καὶ τῶν λοιπῶν, ὁπόσοι συγγενεῖς ἦσαν αὐτῷ, χρημάτων τε δόσεσι καὶ προσόδων ἀναφοραῖς ἑκάστους ἐν εὐπορίᾳ καθιστάμενος. Καίσαρι δὲ ἀργυρίου μὲν ἐπισήμου μυριάδας χιλίας, χωρὶς δὲ σκεύη τὰ μὲν χρυσοῦ τὰ δʼ ἀργύρου καὶ ἐσθῆτα πάνυ πολλοῦ τέλους, Ἰουλίᾳ δὲ τῇ Καίσαρος γυναικὶ καί τισιν ἑτέροις πεντακοσίας μυριάδας. 17.191ταῦτα πράξας ἡμέρᾳ πέμπτῃ μεθʼ Ἀντίπατρον κτείνει τὸν υἱὸν τελευτᾷ, βασιλεύσας μεθʼ μὲν ἀνεῖλεν Ἀντίγονον ἔτη τέσσαρα καὶ τριάκοντα, μεθʼ δὲ ὑπὸ Ῥωμαίων ἀπεδέδεικτο ἑπτὰ καὶ τριάκοντα, ἀνὴρ ὠμὸς εἰς πάντας ὁμοίως καὶ ὀργῆς μὲν ἥσσων κρείσσων δὲ τοῦ δικαίου, τύχῃ δὲ εἰ καί τις ἕτερος κεχρημένος εὐμενεῖ. 17.192ἔκ τε γὰρ ἰδιώτου βασιλεὺς καταστὰς καὶ κινδύνοις περιστοιχιζόμενος μυρίοις πάντων ποιεῖται διάδρασιν καὶ τοῦ ζῆν ἐπὶ μήκιστον ἐξίκετο. ὁπόσα δὲ τὰ κατʼ οἶκον περὶ υἱεῖς τοὺς αὐτοῦ, ὅσα μὲν γνώμῃ τῇ ἐκείνου καὶ πάνυ δεξιᾷ κεχρημένος διὰ τὸ κρίνας ἐχθροὺς κρατεῖν οὐχ ὑστερῆσαι, δοκεῖν δʼ ἐμοὶ καὶ πάνυ δυστυχής. 17.193

Σαλώμη δὲ καὶ Ἀλεξᾶς πρὶν ἔκπυστον γενέσθαι τὸν θάνατον τοῦ βασιλέως τοὺς ἐπὶ τὸν ἱππόδρομον κατακεκλημένους ἐκπέμπονται ἐπὶ τὰ αὐτῶν, φάμενοι βασιλέα κελεύειν ἀπιοῦσιν αὐτοῖς ἐπὶ τοὺς ἀγροὺς νέμεσθαι τὰ οἰκεῖα, πράσσεταί τε αὐτοῖς ἥδε εὐεργεσία μεγίστη εἰς τὸ ἔθνος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.187 Joseph. AJ 17.192 (English) >>Joseph. AJ 17.196

Powered by PhiloLogic